伊索寓言(日知古典)
上QQ阅读APP看书,第一时间看更新

第48章 青蛙要国王

青蛙为自己处于无领导状态而苦恼,于是派了代表去见宙斯,要求给他们委派个国王。宙斯见他们太天真,便向池塘里扔了块木头。青蛙们起初听见扑通一声,吓了一跳,都钻到了池塘深处。后来他们看见那木头停住不动,就从水下钻了出来,藐视那木头,甚至爬了上去,坐在上面。他们对有这样一个国王很不满意,于是又去见宙斯,要求给他们换一个国王,因为这第一个国王太迟钝。宙斯对他们很生气,就给他们派去了一条水蛇,让他们被水蛇抓了吃。

这则故事是说,现有的国王虽然迟钝,也比拥有好制造混乱的国王要好。

44. βάτραχοι αἰτοῡντες βασιλέα

βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσ-βεις ἔπεμψαν πρὸς τὸν Δία δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. ὁ δὲ συνιδὼν αὐτῶν τὴν εὐήθειαν ξύλον εἰς τὴν λίμνην καθῆκε. καὶ οἱ βάτραχοι τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν,ὕστερον δέ,ὡς ἀκίνητον ἦν τὸ ξύλον,ἀναδύντες εἰς τοσοῦτο καταφρονήσεως ἦλθον ὡς καὶ ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα. τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾽

αὐτῶν ὕδραν αὐτοῖς ἔπεμψεν,ὑφ᾽ ἧς συλλαμβανόμενοι κατησθίοντο.

ὁ λόγος δηλοῖ,ὅτι ἄμεινόν ἐστι νωθεῖς ἔχειν ἄρ-χοντας ἢ ταρακτικούς.