伊索寓言(日知古典)
上QQ阅读APP看书,第一时间看更新

第39章 人和羊人

据说,从前有个人和羊人[8]交朋友。冬天来了,天气寒冷,那人把双手捂住嘴呵气。羊人问他为什么那样做,那人说是手冷,那样可以让手暖和。后来他们同桌吃饭,食物很烫,那人拿起一些食物,拿到嘴边去吹。羊人又问他为什么那样做,那人说是食物太烫,好把食物吹凉。这时羊人对那人说道:“你这个人啊,我不再和你结交了,因为你从嘴里一会儿能吹出热气,一会儿又能吹出凉气。”

就这样,有些人思想无定性,我们应该避免和他们交朋友。

35. ἄνθρωπος καὶ σάτυρος

ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσ-ασθαι. καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι᾽

ἣν τοῦτο πράττει,ἔλεγεν,ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. πυνθανομένου δὲ πάλιν τοῦ σατύρου,τί τοῦτο ποιεῖ,ἔφασκε καταψύχειν τὸ ἔδεσμα,ἐπεὶ λίαν θερμόν ἐστι. κἀκεῖνος ἔφη πρὸς αὐτόν·“ἀλλ᾽ ἀποτάσσομαί σου τῇ φιλίᾳ,ὦ οὗτος,ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.”

ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν,ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.